Δαναός
980ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
θύειν τε λείβειν θ᾽, ὡς θεοῖς, Ὀλυμπίοις,
σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς
φίλους πικρῶς ἤκουσαν αὐτανεψίοις:
985ἐμοὶ δ᾽ ὀπαδοὺς τούσδε καὶ δορυσσόους
ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
καὶ μὴ 'ξ ἀέλπτων δορικανεῖ μόρῳ θανὼν
λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.
τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς φρενὸς
990χάριν σέβεσθαι τιμιωτέραν χρεών.
καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε πρὸς γεγραμμένοις
πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι χρόνῳ.
πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον φέρει
995κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.
τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς:
θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;
1000καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.
†καρπώματα στάζοντα κηρύσσει Κύπρις
καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,†
καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
1005τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.
πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη δορί,
μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
πράξωμεν. οἴκησις δὲ καὶ διπλῆ πάρα
1010τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
οἰκεῖν λάτρων ἄτερθεν: εὐπετῆ τάδε.
μόνον φύλαξαι τάσδ᾽ ἐπιστολὰς πατρός,
τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
Χορός
τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων.
1015ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.
εἰ γάρ τι μὴ θεοῖς βεβούλευται νέον,
ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.