Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δεδειγμένης δή μοι τῆς αἱρέσεως τοῦ ῥήτορος ταύτης
ἤδη τις παρ᾽ ἑαυτῷ σκοπείτω τὰ λεχθέντα, ὅτι
τοιαῦτ᾽ ἐστίν, ἐνθυμούμενος μὲν ὅσα σεμνῶς κατεσκεύασται
τῷ ἀνδρὶ καὶ αὐστηρῶς καὶ ἀξιωματικῶς,
ἐνθυμούμενος δὲ ὅσα τερπνῶς καὶ ἡδέως. εἰ δὲ κἀνταῦθα
δόξει τι δεῖν ἡ πίστις ἀποδείξεως, ὅντινα
βούλεται τῶν λόγων αὐτοῦ προχειρισάμενος καὶ ἀφ
οὗ βούλεται μέρους ἀρξάμενος καταβαινέτω τε καὶ
σκοπείτω τῶν λεγομένων ἕκαστον, εἰ τὰ μὲν ἀναβεβλημένας
ἔχει τὰς ἁρμονίας καὶ διεστώσας, τὰ δὲ
προσκολλώσας καὶ συμπεπυκνωμένας, καὶ τὰ μὲν ἀποτραχύνει
τε καὶ πικραίνει τὴν ἀκοήν, τὰ δὲ πραΰνει
καὶ λεαίνει, καὶ τὰ μὲν εἰς πάθος ἐκτρέπει τοὺς ἀκούοντας,
τὰ δ᾽ εἰς ἦθος ὑπάγεται, τὰ δ᾽ ἄλλας τινὰς
ἐργάζεται καὶ πολλὰς διαφορὰς παρ᾽ αὐτὴν τὴν σύνθεσιν.
οἷά ἐστι ταυτί “χρήσομαι δὲ παραδείγμασιν οὐκ
ἐξ ἐπιτηδεύσεως, ἀλλ᾽ οἷς ἐνέτυχον, ἐξ ἑνὸς τῶν
Φιλιππικῶν λαβών”: “εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι,
τὸν Φίλιππον εὐτυχοῦντα ὁρῶν ταύτῃ φοβερὸν
προσπολεμῆσαι νομίζει, σώφρονος μὲν ἀνθρώπου προνοίᾳ
χρῆται: μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ
[p. 225]
τύχη παρὰ πάντ᾽ ἐστὶ τὰ τῶν ἀνθρώπων πράγματα.
οὐ μὴν ἀλλ᾽ ἔγωγε, εἴ τις αἵρεσίν μοι δοίη, τὴν τῆς
ἡμετέρας πόλεως τύχην ἂν ἑλοίμην ἐθελόντων, ἃ
προσήκει, ποιεῖν ὑμῶν καὶ κατὰ μικρόν, ἢ τὴν ἐκείνου.”
ἐν ταῖς τρισὶ περιόδοις ταύταις τὰ μὲν ἄλλα ὀνόματα
πάντα εὐφώνως τε σύγκειται καὶ ἡδέως τῷ συνεχεῖς
σφόδρα καὶ μαλακὰς αὐτῶν εἶναι τὰς ἁρμονίας. ὀλίγα
δ᾽ ἐστὶ παντάπασιν, ἃ διἵστησι τὰς ἁρμονίας καὶ τραχείας
φαίνεσθαι ποιεῖ αὐτάς, ἐν μὲν τῇ πρώτῃ περιόδῳ
κατὰ δύο τόπους τὰ φωνήεντα συγκρουόμενα ἔν τε τῷ
“ὦ ἄνδρες Ἀθηναῖοι” καὶ ἐν τῷ “εὐτυχοῦντα ὁρῶν”, ἃ
διἵστησι τὸ συναφές. καὶ κατ᾽ ἄλλους δύο τόπους ἢ
τρεῖς τὰ ἡμίφωνα καὶ ἄφωνα παραπίπτοντα ἀλλήλοις
τὰ φύσιν οὐκ ἔχοντα συναλείφεσθαι ἔν τε τῷ “τὸν
Φίλιππον” καὶ ἐν τῷ “ταύτῃ φοβερὸν προσπολεμῆσαι”
ταράττει τοὺς ἤχους μετρίως καὶ οὐκ ἐᾷ φαίνεσθαι
μαλακούς. ἐν δὲ τῇ δευτέρᾳ περιόδῳ τραχύνεται μὲν
ἡ σύνθεσις ἐν τῷ “μεγάλη γὰρ ῥοπή,” διὰ τὸ μὴ συναλείφεσθαι
τὰ δύο ρ ρ καὶ ἐν τῷ “ἀνθρώπων πράγματα”
διὰ τὸ μὴ συλλεαίνεσθαι τὸ ν τῷ ἑξῆς. διασπᾶται
δ᾽ ἐν τῷ “μᾶλλον δὲ ὅλον ἡ τύχη,” βραχέων φωνηέντων
πολὺν τὸν μεταξὺ χρόνον περιλαμβανόντων. ἐν
δὲ τῇ τρίτῃ περιόδῳ τὰ φωνήεντα μέν, εἴ τις αὐτὰ
βούλοιτο συναλείψας ἐκθλίβειν ὥσπερ τὸ οἴομαι καὶ
[p. 226]
δέον, οὐκ ἂν εὕροι συμπλεκόμενα ἀλλήλοις. τῶν δὲ
συμφωνουμένων δυσὶν ἢ τρισὶν χωρίοις τὴν λειότητα
μὴ φυλάττουσαι σὺν τοῖς παρακειμένοις εὑρεθήσονται
ἐν τῷ “αἵρεσίν μοι δοίη” καὶ ἐν τῷ “τὴν τῆς ἡμετέρας
πόλεως”. μέχρι μὲν δὴ τῶνδε ἡ δευτέρα τὰ πρωτεῖα ἁρμονία
φέρει, ἐν δὲ τοῖς ἑξῆς ἡ προτέρα “διέσπασται γὰρ
μᾶλλον τῆς ἑτέρασ᾽: “πολὺ γὰρ πλείους ἀφορμὰς εἰς
τὸ τὴν παρὰ τῶν θεῶν εὔνοιαν ἔχειν ὁρῶ ὑμῖν
ἐνούσας ἢ ἐκείνῳ. ἀλλ,” οἴομαι, καθήμεθα οὐδὲν ποιοῦντες:
οὐκ ἔνι δ᾽ αὐτὸν ἀργοῦντα οὐδὲ φίλοις ἐπιτάττειν,
μή τί γε θεοῖς.” ἐν τούτοις γὰρ δὴ τά τε
φωνήεντα πολλαχῇ συγκρουόμενα δῆλά ἐστι καὶ τὰ
ἡμίφωνα καὶ ἄφωνα, ἐξ ὧν στηριγμούς τε καὶ ἐγκαθισμοὺς
αἱ ἁρμονίαι λαμβάνουσι καὶ τραχύτητας αἱ
φωναὶ συχνάς. ἔπειθ᾽ αἱ ταύταις ἐπιβάλλουσαι περίοδοι
διαστάσεις μὲν οὐ λαμβάνουσι φωνηέντων, καὶ
παρὰ τοῦτο ἐπιτρόχαλος αὐτῶν ἐστιν ἡ σύνθεσις, ἀφώνων
δὲ καὶ ἡμιφώνων συμβολαῖς διαχαραττόμεναι τραχύνουσι
τὴν φωνὴν συμμέτρως. καὶ τἆλλα δὲ τὸν
αὐτὸν ἅπαντα κατεσκεύασται τρόπον. τί γὰρ δεῖ τὰ
πλείω λέγοντα μηκύνειν; οὐ μόνον δὲ αἱ τῶν ὀνομάτων
συζυγίαι τὴν μικτὴν ἁρμονίαν λαμβάνουσι παρ᾽
[p. 227]
αὐτῷ καὶ μέσην, ἀλλὰ καὶ αἱ τῶν κώλων κατασκευαί
τε καὶ συνθέσεις καὶ τὰ τῶν περιόδων μήκη τε καὶ
σχήματα καὶ οἱ περιλαμβάνοντες αὐτάς τε καὶ τὰ κῶλα
ῥυθμοί. καὶ γὰρ καὶ κατὰ κόμματα πολλὰ εἴρηται τῷ
ἀνδρὶ, καὶ τὰ ... πλεῖστά γε οὕτως κατεσκεύασται,
καὶ ἐν περιόδοις οὐκ ὀλίγα. τῶν δὲ περιόδων
αἳ μέν εἰσιν εὐκόρυφοι καὶ στρογγύλαι ὥσπερ
ἀπὸ τόρνου, αἳ δὲ ὕπτιαί τε καὶ κεχυμέναι καὶ οὐκ
ἔχουσαι τὰς βάσεις περιττάς. μήκει τε αἳ μὲν ἐλάττους,
ὥστε συμμετρηθῆναι πρὸς ἀνδρὸς πνεῦμα, αἳ
δὲ πολλῷ μείζους, οἷαι καὶ μέχρι τῆς τετάρτης ἀναπαύσεως
προελθοῦσαι τότε λήγειν εἰς πέρας. τῶν τε
σχημάτων ἔνθα μὲν ἄν τις εὕροι τὰ σεμνὰ καὶ αὐστηρὰ
καὶ ἀρχαῖα πλεονάζοντα, ἔνθα δὲ τὰ λιγυρὰ
καὶ γλαφυρὰ καὶ θεατρικά. καὶ τῶν ῥυθμῶν πολλαχῇ
μὲν τοὺς ἀνδρώδεις καὶ ἀξιωματικοὺς καὶ εὐγενεῖς,
σπανίως δέ που τοὺς ὑπορχηματικούς τε καὶ Ἰωνικῶς
καὶ διακλωμένους. ὑπὲρ ὧν ὀλίγον ὕστερον ἐροῦμεν:
ἕτερος γὰρ ἐπιτηδειότερος αὐτοῖς ἔσται τόπος.
νυνὶ δέ, ὃ προσαπαιτεῖν ἔοικεν ὁ λόγος, ἔτι προσθείς,
ἐπὶ τὰ λοιπὰ τῶν προκειμένων μεταβήσομαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.