ὅτι φασὶν οἱ Πριηνεῖς ὡς Μεσσηνίας τὸ γένος ἐπισήμους παρθένους λυτρωσάμενος ὁ Βίας παρὰ λῃστῶν ἦγεν ὡς ἰδίας θυγατέρας ἐντίμως. μετὰ δέ τινας χρόνους παραγενομένων τῶν συγγενῶν κατὰ ζήτησιν, ἀπέδωκεν αὐτὰς οὔτε τροφεῖα πραξάμενος οὔτε λύτρα, τοὐναντίον δὲ τῶν ἰδίων πολλὰ δωρησάμενος. εἶχον οὖν πρὸς αὐτὸν αἱ κόραι πατρικὴν εὔνοιαν διά τε τὴν συντροφίαν καὶ τὸ μέγεθος τῆς εὐεργεσίας, ὥστε καὶ χωρισθεῖσαι μετὰ τῶν ἰδίων εἰς τὴν πατρίδα τῆς ὑπερορίου χάριτος οὐκ ἐπελάθοντο. [2]
ὅτι σαγηνεῖς Μεσσήνιοι κατὰ τὸν βόλον ἕτερον μὲν οὐδὲν ἀνείλκυσαν, χαλκοῦν δὲ τρίποδα μόνον ἐπιγραφὴν ἔχοντα ‘τῷ σοφωτάτῳ’. ἀναχθέντος δὲ τοῦ κατασκευάσματος δοθῆναι τῷ Βίαντι.1 [3]
ὅτι Βίας ἦν δεινότατος καὶ τῷ λόγῳ πρωτεύων τῶν καθ᾽ ἑαυτόν. κατεχρήσατο δὲ τῇ τοῦ λέγειν δυνάμει πολλοῖς ἀνάπαλιν: οὐ γὰρ εἰς μισθαρνίαν οὐδὲ εἰς προσόδους, ἀλλ᾽ εἰς τὴν τῶν ἀδικουμένων κατετίθετο βοήθειαν. ὅπερ σπανιώτατ᾽ ἄν τις εὕροι.Const. Exc. 2 (1), pp. 218-219.