previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

65. οἱ δὲ Λακεδαιμόνιοι, πεντακόσια ἔτη τὴν Λακωνικὴν τετηρηκότες ἀπόρθητον, τότε θεωροῦντες δῃουμένην ὑπὸ τῶν πολεμίων οὐκ ἐκαρτέρουν, ἀλλὰ τοῖς θυμοῖς προπίπτοντες ἐξεπήδων ἐκ τῆς πόλεως: κωλυόμενοι δ᾽ ὑπὸ τῶν πρεσβυτέρων προϊέναι μακρότερον ἀπὸ τῆς πατρίδος, μή τις ἐπίθηται, ἐπείσθησαν τὴν ἡσυχίαν ἄγειν καὶ τῇ πόλει παρέχεσθαι τὴν ἀσφάλειαν. [2] τῶν δὲ περὶ τὸν Ἐπαμεινώνδαν διὰ τοῦ Ταϋγέτου καταβαινόντων ἐπὶ τὸν Εὐρώταν, καὶ διαβαινόντων τὸν ποταμὸν σφοδρὸν ὄντα τῷ ῥεύματι κατὰ τὴν χειμερινὴν ὥραν, ὁρῶντες οἱ Λακεδαιμόνιοι τεταραγμένην τὴν δύναμιν τῶν ἐναντίων διὰ τὴν χαλεπότητα τῆς διαβάσεως, καιρὸν ἔλαβον εὔθετον πρὸς τὴν ἐπίθεσιν, καὶ τὰς μὲν γυναῖκας καὶ παῖδας, ἔτι δὲ καὶ τοὺς γεγηρακότας, ἀπέλιπον ἐν τῇ πόλει φυλάττοντας τὴν Σπάρτην, αὐτοὶ δὲ πανδημεὶ συντάξαντες τοὺς νέους ἐξεχύθησαν ἐπὶ τοὺς πολεμίους, καὶ προσπεσόντες ἄφνω τοῖς διαβαίνουσι πολὺν ἐποιοῦντο φόνον. [3] ἀμυνομένων δὲ τῶν Βοιωτῶν καὶ τῶν Ἀρκάδων, καὶ τῷ πλήθει κυκλούντων τοὺς ἐναντίους, οἱ Σπαρτιᾶται πολλοὺς ἀνῃρηκότες ἐπανῆλθον εἰς τὴν πόλιν, φανερῶς ἐνδεδειγμένοι τὰς ἰδίας ἀνδραγαθίας. [4] μετὰ δὲ ταῦτα τῶν περὶ τὸν Ἐπαμεινώνδαν πάσῃ τῇ δυνάμει καταπληκτικῶς προσβαλλόντων τῇ πόλει, οἱ μὲν Σπαρτιᾶται συνεργὸν ἔχοντες τὴν τῶν τόπων ὀχυρότητα, πολλοὺς μὲν ἀπέκτειναν τῶν προπετῶς βιαζομένων, τέλος δ᾽ οἱ πολιορκοῦντες πᾶσαν εἰσενεγκάμενοι σπουδὴν τὸ μὲν πρῶτον ἀπείκαζον βίᾳ χειρώσασθαι τὴν Σπάρτην: ἐπεὶ δὲ τῶν βιαζομένων οἱ μὲν ἀπέθνησκον, οἱ δ᾽ ἐτραυματίζοντο, ἀνεκαλέσαντο τῇ σάλπιγγι τοὺς στρατιώτας οἱ περὶ τὸν Ἐπαμεινώνδαν, αὐτοὶ δὲ προσελθόντες τῇ πόλει προεκαλοῦντο τοὺς Σπαρτιάτας εἰς παράταξιν, ξυνομολογεῖσθαι προσέταττον ἥττους εἶναι τῶν πολεμίων. [5] ἀποκριναμένων δὲ τῶν Σπαρτιατῶν, ὅτι καιρὸν λαβόντες εὔθετον διαγωνιοῦνται περὶ τῶν ὅλων, ἀπηλλάγησαν ἀπὸ τῆς πόλεως. πᾶσαν δὲ τὴν Λακωνικὴν δῃώσαντες, καὶ λαφύρων ἀναρίθμητον πλῆθος ἀθροίσαντες, ἀπεχώρησαν εἰς τὴν Ἀρκαδίαν. [6]

μετὰ δὲ ταῦτ᾽ Ἀθηναῖοι μέν, ὑστερηκότες τῶν καιρῶν, ἐπανῆλθον εἰς τὴν Ἀττικὴν οὐδὲν πράξαντες μνήμης ἄξιον, τοῖς δὲ Λακεδαιμονίοις παρὰτῶν συμμάχων ἧκον βοηθήσοντες στρατιῶται τετρακισχίλιοι. πρὸς δὲ τούτοις προσθέντες τοὺς Εἵλωτας ἠλευθερωμένους προσφάτως χιλίους καὶ τῶν Βοιωτῶν φυγάδων διακοσίους, ἔτι δ᾽ ἐκ τῶν σύνεγγυς πόλεων οὐκ ὀλίγους μεταπεμψάμενοι, κατεσκεύαζον δύναμιν ἀντίπαλον τοῖς πολεμίοις. ταύτην δ᾽ ἀθρόαν συνέχοντες καὶ γυμνάζοντες αἰεὶ μᾶλλον ἐθάρρουν καὶ παρεσκευάζοντο πρὸς τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: