Κλεινίας
οὐκοῦν τό γ᾽ ἡμέτερον, ὦ ξένε, ὀρθῶς ἂν εἴη πάλαι τιθέμενον; πρὸς γὰρ ἓν ἔφαμεν δεῖν ἀεὶ πάνθ᾽ ἡμῖν τὰ τῶν νόμων βλέποντ᾽ εἶναι, τοῦτο δ᾽ ἀρετήν που συνεχωροῦμεν πάνυ ὀρθῶς λέγεσθαι.
Κλεινίας
τὴν δέ γε ἀρετὴν τέτταρα ἔθεμέν που.
Κλεινίας
νοῦν δέ γε πάντων τούτων ἡγεμόνα, πρὸς ὃν δὴ τά τε ἄλλα πάντα καὶ τούτων τὰ τρία δεῖ βλέπειν.
Ἀθηναῖος
κάλλιστ᾽ ἐπακολουθεῖς, ὦ Κλεινία. καὶ τὰ λοιπὰ δὴ συνακολούθει. νοῦν γὰρ δὴ κυβερνητικὸν μὲν καὶ ἰατρικὸν