γονέων δὲ ἀμελεῖν οὔτε θεὸς οὔτε ἄνθρωπος νοῦν ἔχων σύμβουλός ποτε γένοιτ᾽ ἂν οὐδεὶς οὐδενί: φρονῆσαι δὲ χρὴ περὶ θεῶν θεραπείας τοιόνδε προοίμιον ἂν γενόμενον εἰς τὰς τῶν γεννησάντων τιμάς τε καὶ ἀτιμίας ὀρθῶς συντεταγμένον: νόμοι περὶ θεοὺς ἀρχαῖοι κεῖνται πᾶσιν διχῇ. τοὺς μὲν γὰρ