Ἀθηναῖος
οὐκοῦν τὸ λοιπόν, εἴπερ ἀμελοῦσι τῶν σμικρῶν καὶ ὀλίγων τῶν περὶ τὸ πᾶν, ἢ γιγνώσκοντες ὡς τὸ παράπαν οὐδενὸς τῶν τοιούτων ἐπιμελεῖσθαι δεῖ, δρῷεν ἂν τοῦτο, ἢ τί τὸ λοιπὸν πλὴν τῷ γιγνώσκειν τοὐναντίον;
Ἀθηναῖος
πότερον οὖν, ὦ ἄριστε καὶ βέλτιστε, θῶμέν σε λέγοντα ὡς ἀγνοοῦντάς τε καὶ δέον ἐπιμελεῖσθαι δι᾽ ἄγνοιαν ἀμελοῦντας, ἢ γιγνώσκοντας ὅτι δεῖ, καθάπερ οἱ φαυλότατοι τῶν ἀνθρώπων λέγονται ποιεῖν, εἰδότες ἄλλα εἶναι βελτίω