Κλεινίας
τὸ δὲ τί πρὸς τούτοις αἴτιον ἄν, ὦ ξένε, εἴη;
Ἀθηναῖος
σχεδὸν ὃ παντάπασιν ὑμεῖς ἔξω ζῶντες οὐκ ἂν εἰδείητε, ἀλλὰ ὑμᾶς ἂν λανθάνοι.
Κλεινίας
τί δὴ τοῦτο φράζεις τὰ νῦν;
Ἀθηναῖος
ἀμαθία τις μάλα χαλεπή, δοκοῦσα εἶναι μεγίστη φρόνησις.
Ἀθηναῖος
εἰσὶν ἡμῖν ἐν γράμμασιν λόγοι κείμενοι, οἳ παρ᾽ ὑμῖν οὐκ εἰσὶν δι᾽ ἀρετὴν πολιτείας, ὡς ἐγὼ μανθάνω, οἱ μὲν ἔν