Κλεινίας
ἀληθῆ καὶ ταῦτα διείρηκας.
Ἀθηναῖος
ἀληθέστατα τοίνυν. καὶ ταῦθ᾽ ἡμῖν παραλαβὼν ὁ περὶ τὴν μοῦσαν ἄρχων αἱρεθεὶς ἐπιμελείσθω μετὰ τύχης εὐμενοῦς, ἡμεῖς δὲ ὀρχήσεώς τε πέρι καὶ ὅλης τῆς περὶ τὸ σῶμα γυμναστικῆς πρὸς τοῖς ἔμπροσθεν εἰρημένοις ἀποδῶμεν: