Ἀθηναῖος
τί οὖν; εἴ τις τὰ τρί᾽ ἔτη πειρῷτο πᾶσαν μηχανὴν προσφέρων ὅπως τὸ τρεφόμενον ἡμῖν ὡς ὀλιγίστῃ προσχρήσεται ἀλγηδόνι καὶ φόβοις καὶ λύπῃ πάσῃ κατὰ δύναμιν, ἆρ᾽ οὐκ οἰόμεθα εὔθυμον μᾶλλόν τε καὶ ἵλεων ἀπεργάζεσθαι τηνικαῦτα τὴν ψυχὴν τοῦ τρεφομένου;
Κλεινίας
δῆλον δή, καὶ μάλιστά γ᾽ ἄν, ὦ ξένε, εἴ τις πολλὰς