Ἀθηναῖος
παπαί, οἷον λέγεις. τί δὲ περὶ αὐτὴν ἡ χώρα; πότερα πάμφορος ἢ καί τινων ἐπιδεής;
Κλεινίας
σχεδὸν οὐδενὸς ἐπιδεής.
Ἀθηναῖος
γείτων δὲ αὐτῆς πόλις ἆρ᾽ ἔσται τις πλησίον;
Κλεινίας
οὐ πάνυ, διὸ καὶ κατοικίζεται: παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον.
Ἀθηναῖος
τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης; πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν;
Κλεινίας
προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.