Ἀθηναῖος
φέρε δή, πάντων ἀνθρώπων ἐστὶ κοινὸν ἐπιθύμημα ἕν τι τὸ νῦν ὑπὸ τοῦ λόγου δηλούμενον, ὡς αὐτός φησιν ὁ λόγος;
Ἀθηναῖος
τὸ κατὰ τὴν τῆς αὑτοῦ ψυχῆς ἐπίταξιν τὰ γιγνόμενα γίγνεσθαι, μάλιστα μὲν ἅπαντα, εἰ δὲ μή, τά γε ἀνθρώπινα.
Ἀθηναῖος
οὐκοῦν ἐπείπερ βουλόμεθα πάντες τὸ τοιοῦτον ἀεί, παῖδές τε ὄντες καὶ ἄνδρες πρεσβῦται, τοῦτ᾽ αὐτὸ καὶ εὐχοίμεθ᾽ ἂν ἀναγκαίως διὰ τέλους;