[421β]
ἡ δ᾽ ‘ἀλήθεια,’ καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε συγκεκροτῆσθαι: ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ ‘ἀληθείᾳ,’ ὡς θεία οὖσα ἄλη. τὸ δὲ ‘ψεῦδος’ τοὐναντίον τῇ φορᾷ: πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθεύδουσι: τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος. τὸ δὲ ‘ὂν’ καὶ ἡ ‘οὐσία’ ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν: ἰὸν γὰρ
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.