[420δ]
Ἑρμογένης
ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.
Σωκράτης
τέλος γὰρ ἤδη θέω. ‘ἀνάγκην’ δ᾽ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ ‘ἑκούσιον.’ τὸ μὲν οὖν ‘ἑκούσιον,’ τὸ εἶκον καὶ μὴ ἀντιτυποῦν ἀλλ᾽, ὥσπερ λέγω, εἶκον τῷ ἰόντι δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ: τὸ δὲ ‘ἀναγκαῖον’ καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ