[419δ]
‘τέρψις’ δὲ ἀπὸ τοῦ τερπνοῦ: τὸ δὲ ‘τερπνὸν’ ἀπὸ τῆς διὰ τῆς ψυχῆς ἕρψεως πνοῇ ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν ‘ἕρπνουν’ καλούμενον, ὑπὸ χρόνου δὲ ‘τερπνὸν’ παρηγμένον. ‘εὐφροσύνη’ δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι: παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ εὖ τοῖς πράγμασι τὴν ψυχὴν συμφέρεσθαι τοῦτο ἔλαβε τὸ ὄνομα, ‘εὐφεροσύνην’ τό γε δίκαιον: ὅμως δὲ αὐτὸ καλοῦμεν ‘εὐφροσύνην.’ οὐδ᾽ ‘ἐπιθυμία’ χαλεπόν: τῇ γὰρ ἐπὶ τὸν θυμὸν ἰούσῃ
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.