[399ξ]
Σωκράτης
ὧδε. σημαίνει τοῦτο τὸ ὄνομα ὁ ‘ἄνθρωπος’ ὅτι τὰ μὲν ἄλλα θηρία ὧν ὁρᾷ οὐδὲν ἐπισκοπεῖ οὐδὲ ἀναλογίζεται οὐδὲ ἀναθρεῖ, ὁ δὲ ἄνθρωπος ἅμα ἑώρακεν—τοῦτο δ᾽ ἐστὶ τὸ ‘ὄπωπε’ —καὶ ἀναθρεῖ καὶ λογίζεται τοῦτο ὃ ὄπωπεν. ἐντεῦθεν δὴ μόνον τῶν θηρίων ὀρθῶς ὁ ἄνθρωπος ‘ἄνθρωπος’ ὠνομάσθη, ἀναθρῶν ἃ ὄπωπε.
Ἑρμογένης
τί οὖν τὸ μετὰ τοῦτο; ἔρωμαί σε ὃ ἡδέως ἂν πυθοίμην;