[4]
εἰσὶ δὲ καὶ τῆς ἰχνεύσεως πολλοὶ τρόποι ἐκ τῶν αὐτῶν κυνῶν: αἱ μὲν γὰρ ἐπειδὰν λάβωσι τὰ ἴχνη, πορεύονται ἀσήμως ὥστε μὴ γιγνώσκεσθαι ὅτι ἰχνεύουσιν, αἱ δὲ τὰ ὦτα μόνον διακινοῦσι, τὴν δὲ οὐρὰν ἡσυχῇ ἔχουσιν, αἱ δὲ τὰ ὦτα μὲν ἀκίνητα ἔχουσιν, ἄκραν δὲ τὴν οὐρὰν σείουσιν.