previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μνησίλοχος

τὸ μὲν γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτ᾽ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστ᾽, οὐδ᾽ ἐπιζεῖν τὴν χολήν.
καὐτὴ γὰρ ἔγωγ᾽, οὕτως ὀναίμην τῶν τέκνων,
470μισῶ τὸν ἄνδρ᾽ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
ὅμως δ᾽ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον:
αὐταὶ γάρ ἐσμεν, κοὐδεμί᾽ ἔκφορος λόγου.
τί ταῦτ᾽ ἔχουσαι 'κεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύ᾽ ἡμῶν τρία
475κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδ᾽ ἐμαυτῇ πολλὰ δείν᾽: ἐκεῖνο δ᾽ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
δ᾽ ἀνὴρ παρ᾽ ἐμοὶ καθηῦδεν: ἦν δέ μοι φίλος,
480ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
οὖτος πόθῳ μου 'κνυεν ἐλθὼν τὴν θύραν:
κᾆτ᾽ εὐφὺς ἔγνων: εἶτα καταβαίνω λάθρᾳ.
δ᾽ ἀνὴρ ἐρωτᾷποῖ σὺ καταβαίνεις’; ‘ὅποι;
στρόφος μ᾽ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη:
485ἐς τὸν κοπρῶν᾽ οὖν ἔρχομαι.’ ‘βάδιζέ νυν:’
κᾆθ᾽ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον:
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν: εἶτ᾽ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κύβδ᾽ ἐχομένη τῆς δάφνης.
490ταῦτ᾽ οὐδεπώποτ᾽ εἶφ᾽, ὁρᾶτ᾽, Εὐριπίδης:
οὐδ᾽ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθ᾽, ἢν μὴ 'χωμεν ἕτερον, οὐ λέγει:
οὐδ᾽ ὡς ὅταν μάλισθ᾽ ὑπό του ληκώμεθα
τὴν νύχθ᾽, ἕωθεν σκόροδα διαμασώμεθα,
495ἵν᾽ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθ᾽, ὁρᾷς,
οὐπώποτ᾽ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτ᾽ ἔστ᾽; οὐδ᾽ ἐκεῖν᾽ εἴρηκέ πω,
ὡς γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
500ὑπ᾽ αὐγὰςοἷόν ἐστιν, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
ἑτέραν δ᾽ ἐγᾦδ᾽ 'φασκεν ὠδίνειν γυνὴ
δέχ᾽ ἡμέρας, ἔως ἐπρίατο παιδίον:
δ᾽ ἀνὴρ περιέτρεχ᾽ ὠκυτόκι᾽ ὠνούμενος:
505τὸ δ᾽ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον:
εἶθ᾽ ὡς ἔνευσεν φέρουσ᾽, εὐθὺς βοᾷ,
ἄπελθ᾽ ἄπελθ᾽, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
τέξειν.’ τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν:
510χὠ μὲν γεγηθὼς ἔτρεχεν, δ᾽ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δ᾽ ἀνέκραγεν.
εἶθ᾽ μιαρὰ γραῦς, 'φερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
λέων λέων σοι γέγονεν, αὔτ᾽ ἔκμαγμα σόν,
515τά τ᾽ ἄλλ᾽ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.’
ταῦτ᾽ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. κᾆτ᾽ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον δεδράκαμεν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: