previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τρυγαῖος

ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρ᾽ εὐθὺ τῶν θεῶν.
820ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
μικροὶ δ᾽ ὁρᾶν ἄνωθεν ἦστ᾽. ἔμοιγέ τοι
ἀπὸ τοὐρανοῦ 'φαίνεσθε κακοήθεις πάνυ,
ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.

Οἰκέτης

δέσποθ᾽ ἥκεις;

Τρυγαῖος
ὡς ἐγὼ 'πυθόμην τινός.

Οἰκέτης

825τί δ᾽ ἔπαθες;

Τρυγαῖος
ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
διεληλυθώς.

Οἰκέτης
ἴθι νυν κάτειπέ μοι

Τρυγαῖος
τὸ τί;

Οἰκέτης

ἄλλον τιν᾽ εἶδες ἄνδρα κατὰ τὸν ἀέρα
πλανώμενον πλὴν σαυτόν;

Τρυγαῖος
οὔκ, εἰ μή γέ που
ψυχὰς δύ᾽ τρεῖς διθυραμβοδιδασκάλων.

Οἰκέτης

830τί δ᾽ ἔδρων;

Τρυγαῖος
ξυνελέγοντ᾽ ἀναβολὰς ποτώμεναι
τὰς ἐνδιαεριαυερινηχέτους τινάς.

Οἰκέτης

οὐκ ἦν ἄρ᾽ οὐδ᾽ λέγουσι, κατὰ τὸν ἀέρα
ὡς ἀστέρες γιγνόμεθ᾽, ὅταν τις ἀποθάνῃ;

Τρυγαῖος

μάλιστα.

Οἰκέτης
καὶ τίς ἐστιν ἀστὴρ νῦν ἐκεῖ;

Τρυγαῖος

835Ἴων Χῖος, ὅσπερ ἐποίησεν πάλαι
ἐνθάδε τὸν ἀοῖόν ποθ᾽: ὡς δ᾽ ἦλθ᾽, εὐθέως
ἀοῖον αὐτὸν πάντες ἐκάλουν ἀστέρα.

Οἰκέτης

τίνες γάρ εἰσ᾽ οἱ διατρέχοντες ἀστέρες,
οἳ καόμενοι θέουσιν;

Τρυγαῖος
ἀπὸ δείπνου τινὲς
840τῶν πλουσίων οὗτοι βαδίζουσ᾽ ἀστέρων,
ἰπνοὺς ἔχοντες, ἐν δὲ τοῖς ἰπνοῖσι πῦρ.
ἀλλ᾽ εἴσαγ᾽ ὡς τάχιστα ταυτηνὶ λαβών,
καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαιν᾽ ὕδωρ,
στόρνυ τ᾽ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
845καὶ ταῦτα δράσας ἧκε δεῦρ᾽ αὖθις πάλιν:
ἐγὼ δ᾽ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.

Οἰκέτης

πόθεν δ᾽ ἔλαβες ταύτας;

Τρυγαῖος
ὁπόθεν; ἐκ τοὐρανοῦ.

Οἰκέτης

οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
εἰ πορνοβοσκοῦσ᾽ ὥσπερ ἡμεῖς οἱ βροτοί.

Τρυγαῖος

850οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
ἄγε νυν ἴωμεν.

Οἰκέτης
εἰπέ μοι, δῶ καταφαγεῖν
ταύτῃ τι;

Τρυγαῖος
μηδέν: οὐ γὰρ ἐθελήσει θαγεῖν
οὔτ᾽ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖ᾽ ἀεὶ
παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.

Οἰκέτης

855λείχειν ἄρ᾽ αὐτῇ κἀνθάδε σκευαστέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: