Οἰκέτης Α
50ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,
55οὐχ ὅνπερ ὑμεῖς, ἀλλ᾽ ἕτερον καινὸν πάνυ.
δι᾽ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
καί φησιν, ‘ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
κατάθου τὸ κόρημα: μὴ 'κκόρει τὴν Ἑλλάδα.’
60ἔα ἔα.
σιγήσαθ᾽, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρυγαῖος
ὦ Ζεῦ τί δρασείεις ποθ᾽ ἡμῶν τὸν λεών;
λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οἰκέτης Α
τοῦτ᾽ ἔστι τουτὶ τὸ κακὸν αὔθ᾽ οὑγὼ 'λεγον.
65τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε:
ἃ δ᾽ εἶπε πρῶτον ἡνίκ᾽ ἤρχεθ᾽ ἡ χολή,
πεύσεσθ᾽. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί:
‘πῶς ἄν ποτ᾽ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;’
ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
70πρὸς ταῦτ᾽ ἀνηρριχᾶτ᾽ ἂν ἐς τὸν οὐρανόν,
ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
ἐχθὲς δὲ μετὰ ταῦτ᾽ ἐκφθαρεὶς οὐκ οἶδ᾽ ὅποι
εἰσήγαγ᾽ Αἰτναῖον μέγιστον κάνθαρον,
κἄπειτα τοῦτον ἱπποκομεῖν μ᾽ ἠνάγκασεν,
75καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
‘ὦ Πηγάσειον,’ φησί, ‘γενναῖον πτερόν,
ὅπως πετήσει μ᾽ εὐθὺ τοῦ Διὸς λαβών.’
ἀλλ᾽ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
οἴμοι τάλας: ἴτε δεῦρο δεῦρ ὦ γείτονες:
80ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται
ἱππηδὸν ἐς τὸν ἀέρ᾽ ἐπὶ τοῦ κανθάρου.