Τρυγαῖος
ὦ Λάμαχ᾽ ἀδικεῖς ἐμποδὼν καθήμενος.
οὐδὲν δεόμεθ᾽ ὦνθρωπε τῆς σῆς μορμόνος.
Ἑρμῆς
475οὐδ᾽ οἵδε γ᾽ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
ἀλλ᾽ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
Τρυγαῖος
ἀλλ᾽ οἱ Λάκωνες ὦγάθ᾽ ἕλκουσ᾽ ἀνδρικῶς.
Χορός
ἆρ᾽ οἶσθ᾽ ὅσοι γ᾽ αὐτῶν ἔχονται τοῦ ξύλου,
480μόνοι προθυμοῦντ᾽: ἀλλ᾽ ὁ χαλκεὺς οὐκ ἐᾷ.
Ἑρμῆς
οὐδ᾽ οἱ Μεγαρῆς δρῶσ᾽ οὐδέν: ἕλκουσιν δ᾽ ὅμως
γλισχρότατα σαρκάζοντες ὥσπερ κυνίδια,
ὑπὸ τοῦ γε λιμοῦ νὴ Δί᾽ ἐξολωλότες.
Τρυγαῖος
οὐδὲν ποιοῦμεν ὦνδρες: ἀλλ ὁμοθυμαδὸν
485ἅπασιν ἡμῖν αὖθις ἀντιληπτέον.