Τρυγαῖος
ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
ἔργῳ 'φιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
Ἑρμῆς
σπονδὴ σπονδή:
εὐφημεῖτε εὐφημεῖτε.
Τρυγαῖος
435σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτ᾽ ἀσπίδα.
Χορός
μὰ Δί᾽ ἀλλ᾽ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
440ἔχονθ᾽ ἑταίραν καὶ σκαλεύοντ᾽ ἄνθρακας.
Τρυγαῖος
ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
Χορός
μηδέποτε παύσασθ᾽ αὐτὸν ὦ Διόνυσ᾽ ἄναξ
ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
Τρυγαῖος
κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ
445ἐς φῶς ἀνελθεῖν ὦ πότνι᾽, ἐν ταῖσιν μάχαις
Χορός
πάσχοι γε τοιαῦθ᾽ οἷάπερ Κλεώνυμος.
Τρυγαῖος
κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
ἵν᾽ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
Χορός
ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
Τρυγαῖος
450κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
Χορός
ἐπὶ τοῦ τροχοῦ γ᾽ ἕλκοιτο μαστιγούμενος.
Τρυγαῖος
ἡμῖν δ᾽ ἀγαθὰ γένοιτ᾽. ἰὴ παιὼν ἰή.
Χορός
ἄφελε τὸ παίειν ἀλλ᾽ ἰὴ μόνον λέγε.
Τρυγαῖος
455ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
Ἄρει δέ;
Τρυγαῖος
ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.