Χορός
εἰ γὰρ ἐκγένοιτ᾽ ἰδεῖν ταύτην με τὴν ἡμέραν ποτέ.
πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς
ἔλαχε Φορμίων:
κοὐκέτ᾽ ἄν μ᾽ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον,
οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
350ἀλλ᾽ ἁπαλὸν ἄν μ᾽ ἴδοις καὶ πολὺ νεώτερον,
ἀπαλλαγέντα πραγμάτων.
355καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι
ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.
ἀλλ᾽ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
360φράζε: σὲ γὰρ αὐτοκράτορ᾽ εἵλετ᾽ ἀγαθή τις ἡμῖν τύχη.