ἔστι τι τῶνδ᾽ ἐτύμως; εἴπ᾽ ὦ πάτερ, εἴ τι φιλεῖς με.
Τρυγαῖος
δοξάσαι ἔστι κόραι, τὸ δ᾽ ἐτήτυμον ἄχθομαι ὑμῖν,
120ἡνίκ᾽ ἂν αἰτίζητ᾽ ἄρτον πάππαν με καλοῦσαι,
ἔνδον δ᾽ ἀργυρίου μηδὲ ψακὰς ᾖ πάνυ πάμπαν.
ἢν δ᾽ ἐγὼ εὖ πράξας ἔλθω πάλιν, ἕξετ᾽ ἐν ὥρᾳ
κολλύραν μεγάλην καὶ κόνδυλον ὄψον ἐρ᾽ αὐτῇ.
Παιδίον
καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται;
125ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν.
Τρυγαῖος
πτηνὸς πορεύσει πῶλος: οὐ ναυσθλώσομαι.
Παιδίον
τίς δ᾽ ἡ 'πίνοιά σοὐστὶν ὥστε κάνθαρον
ζεύξαντ᾽ ἐλαύνειν ἐς θεοὺς ὦ παππία;
Τρυγαῖος
ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη
130μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος.
Παιδίον
ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ,
ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς.
Τρυγαῖος
ἦλθεν κατ᾽ ἔχθραν αἰετοῦ πάλαι ποτέ,
ᾤ᾽ ἐκκυλίνδων κἀντιτιμωρούμενος.
Παιδίον
135οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν,
ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος.
Τρυγαῖος
ἀλλ᾽ ὦ μέλ᾽ ἄν μοι σιτίων διπλῶν ἔδει:
νῦν δ᾽ ἃττ᾽ ἂν αὐτὸς καταφάγω τὰ σιτία,
τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω.
Παιδίον
140τί δ᾽ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος;
πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται;
Τρυγαῖος
ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι:
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Παιδίον
λιμὴν δὲ τίς σε δέξεται φορούμενον;
Τρυγαῖος
145ἐν Πειραιεῖ δήπου 'στὶ Κανθάρου λιμήν.
Παιδίον
ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς
ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ
λόγον παράσχῃς καὶ τραγῳδία γένῃ.
Τρυγαῖος
ἐμοὶ μελήσει ταῦτά γ᾽. ἀλλὰ χαίρετε.
150ὑμεῖς δέ γ᾽, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ,
μὴ βδεῖτε μηδὲ χέζεθ᾽ ἡμερῶν τριῶν:
ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται,
κατωκάρα ῥίψας με βουκολήσεται.