Παῖς Λαμάχου
1270νῦν αὖθ᾽ ὁπλοτέρων ἀνδρῶν ἀρχώμεθα—
Τρυγαῖος
παῦσαι
ὁπλοτέρους ᾆδον, καὶ ταῦτ ὦ τρισκακόδαιμον
εἰρήνης οὔσης: ἀμαθές γ᾽ εἶ καὶ κατάρατον.
Παῖς Λαμάχου
οἱ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
σύν ῥ᾽ ἔβαλον ῥινούς τε καὶ ἀσπίδας ὀμφαλοέσσας.
Τρυγαῖος
1275ἀσπίδας; οὐ παύσει μεμνημένος ἀσπίδος ἡμῖν;
Παῖς Λαμάχου
ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν.
Τρυγαῖος
ἀνδρῶν οἰμωγή; κλαύσει νὴ τὸν Διόνυσον
οἰμωγὰς ᾁδων, καὶ ταύτας ὀμφαλοέσσας.
Παῖς Λαμάχου
ἀλλὰ τί δῆτ᾽ ᾁδω; σὺ γὰρ εἰπέ μοι οἷστισι χαίρεις.
Τρυγαῖος
1280ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὶ τὰ τοιαυτί:
ἄριστον προτίθεντο καὶ ἅτθ᾽ ἥδιστα πάσασθαι.
Παῖς Λαμάχου
ὣς οἱ μὲν δαίνυντο βοῶν κρέα, καὐχένας ἵππων
ἔκλυον ἱδρώοντας, ἐπεὶ πολέμου ἐκόρεσθεν.
Τρυγαῖος
εἶεν; ἐκόρεσθεν τοῦ πολέμου κᾆτ᾽ ἤσθιον.
1285ταῦτ᾽ ᾆδε, ταῦθ᾽, ὡς ἤσθιον κεκορημένοι.
Παῖς Λαμάχου
θωρήσσοντ᾽ ἄρ᾽ ὄτειτα πεπαυμένοι—
Παῖς Λαμάχου
πύργων δ᾽ ἐξεχέοντο, βοὴ δ᾽ ἄσβεστος ὀρώρει.
Τρυγαῖος
κάκιστ᾽ ἀπόλοιο παιδάριον αὐταῖς μάχαις:
οὐδὲν γὰρ ᾁδεις πλὴν πολέμους. τοῦ καί ποτ᾽ εἶ;
Τρυγαῖος
αἰβοῖ:
ἦ γὰρ ἐγὼ θαύμαζον ἀκούων, εἰ σὺ μὴ εἴης
ἀνδρὸς βουλομάχου καὶ κλαυσιμάχου τινὸς υἱός.
ἄπερρε καὶ τοῖς λογχοφόροισιν ᾆδ᾽ ἰών.
1295ποῦ μοι τὸ τοῦ Κλεωνύμου 'στὶ παιδίον;
ᾆσον πρὶν εἰσιέναι τι: σὺ γὰρ εὖ οἶδ᾽ ὅτι
οὐ πράγματ᾽ ᾁσει: σώφρονος γὰρ εἶ πατρός.