Τρυγαῖος
ἰοὺ ἰού.
ὅσον τὸ χρῆμ᾽ ἐπὶ δεῖπνον ἦλθ᾽ ἐς τοὺς γάμους.
ἔχ᾽ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί:
πάντως γὰρ οὐδὲν ὄφελός ἐστ᾽ αὐτῆς ἔτι.
1195ἔπειτ᾽ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας
καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους.
Δρεπανουργός
ποῦ ποῦ Τρυγαῖός ἐστιν;
Δρεπανουργός
ὦ φίλτατ᾽ ὦ Τρυγαἶ ὅσ᾽ ἡμᾶς τἀγαθὰ
δέδρακας εἰρήνην ποιήσας: ὡς πρὸ τοῦ
1200οὐδεὶς ἐπρίατ᾽ ἂν δρέπανον οὐδὲ κολλύβου,
νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ:
ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς.
ἀλλ᾽ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε
καὶ τῶνδ᾽ ὅ τι βούλει προῖκα: καὶ ταυτὶ δέχου:
1205ἀφ᾽ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν
τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους.
Τρυγαῖος
ἴθι νυν καταθέμενοι παρ᾽ ἐμοὶ ταῦτ᾽ εἴσιτε
ἐπὶ δεῖπνον ὡς τάχιστα: καὶ γὰρ οὑτοσὶ
ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται.
Λοφοποιός
1210οἴμ᾽ ὡς προθέλυμνόν μ᾽ ὦ Τρυγαἶ ἀπώλεσας.
Τρυγαῖος
τί δ᾽ ἔστιν ὦ κακόδαιμον; οὔτι που λοφᾷς;
Λοφοποιός
ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον,
καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ 'κεινονί.
Τρυγαῖος
τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν;
Λοφοποιός
1215αὐτὸς σὺ τί δίδως;
Τρυγαῖος
ὅ τι δίδωμ᾽; αἰσχύνομαι.
ὅμως δ᾽ ὅτι τὸ σφήκωμ᾽ ἔχει πόνον πολύν,
δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας.
ἵν᾽ ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί.
Λοφοποιός
ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας:
1220κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν.
Τρυγαῖος
ἀπόφερ᾽ ἀπόφερ᾽ ἐς κόρακας ἀπὸ τῆς οἰκίας.
τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω.
οὐκ ἂν πριαίμην οὐδ᾽ ἂν ἰσχάδος μιᾶς.
Θωρακόπωλης
τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει
1225ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας;
Τρυγαῖος
οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν.
ἀλλ᾽ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας:
ἐναποπατεῖν γάρ ἐστ᾽ ἐπιτήδειος πάνυ—
Θωρακοπώλης
παῦσαί μ᾽ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.