Ἱεροκλῆς
ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,
Ἱεροκλῆς
οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
1065συνθήκας πεποίησθ᾽ ἄνδρες χαροποῖσι πιθήκοις,
Τρυγαῖος
ἥσθην χαροποῖσι πιθήκοις.
Ἱεροκλῆς
καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
Τρυγαῖος
εἴθε σου εἶναι
ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.
Ἱεροκλῆς
1070εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
μηδὲ Βάκις θνητούς, μηδ᾽ αὖ νύμφαι Βάκιν αὐτὸν—
Τρυγαῖος
ἐξώλης ἀπόλοι᾽, εἰ μὴ παύσαιο βακίζων.
Ἱεροκλῆς
οὔπω θέσφατον ἦν Εἰρήνης δέσμ᾽ ἀναλῦσαι,
ἀλλὰ τόδε πρότερον—
Τρυγαῖος
τοῖσδ᾽ ἁλσί γε παστέα ταυτί.
Ἱεροκλῆς
1075οὐ γάρ πω τοῦτ᾽ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Τρυγαῖος
καὶ πῶς ὦ κατάρατε λύκος ποτ᾽ ἂν οἶν ὑμεναιοῖ;
Ἱεροκλῆς
ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
Τρυγαῖος
1080ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
Ἱεροκλῆς
οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαῖος
οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ ν᾽ πρυτανείῳ,
1085οὐδ᾽ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
Ἱεροκλῆς
οὐδέποτ᾽ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος
ἆρα φενακίζων ποτ᾽ Ἀθηναίους ἔτι παύσει;
Ἱεροκλῆς
ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαῖος
ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος:
1090‘ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο
Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθ᾽ ἱερείῳ.
αὐτὰρ ἐπεὶ κατὰ μῆρ᾽ ἐκάη καὶ σπλάγχν᾽ ἐπάσαντο,
ἔσπενδον δεπάεσσιν: ἐγὼ δ᾽ ὁδὸν ἡγεμόνευον:’
χρησμολόγῳ δ᾽ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
Ἱεροκλῆς
1095οὐ μετέχω τούτων: οὐ γὰρ ταῦτ᾽ εἶπε Σίβυλλα.
Τρυγαῖος
ἀλλ᾽ ὁ σοφός τοι νὴ Δί᾽ Ὅμηρος δεξιὸν εἶπεν:
‘ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.’
Ἱεροκλῆς
φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
1100ἰκτῖνος μάρψῃ.
Τρυγαῖος
τουτὶ μέντοι σὺ φυλάττου,
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
Ἱεροκλῆς
ἀλλ᾽ εἰ ταῦτα δοκεῖ, κἀγὼ 'μαυτῷ βαλανεύσω.