εἰ μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἐμοῦ μόνου κατεφρόνει Λάμπις, οὐδὲν ἂν ἦν θαυμαστόν: νῦν δὲ πολλῷ δεινότερα τούτου πέπρακται αὐτῷ πρὸς πάντας ὑμᾶς. κήρυγμα γὰρ ποιησαμένου Παιρισάδου ἐν Βοσπόρῳ, ἐάν τις βούληται Ἀθήναζε εἰς τὸ Ἀττικὸν ἐμπόριον σιτηγεῖν, ἀτελῆ τὸν σῖτον ἐξάγειν, ἐπιδημῶν ἐν τῷ Βοσπόρῳ ὁ Λάμπις ἔλαβε τὴν ἐξαγωγὴν τοῦ σίτου καὶ τὴν ἀτέλειαν ἐπὶ τῷ τῆς πόλεως ὀνόματι, γεμίσας δὲ ναῦν μεγάλην σίτου ἐκόμισεν εἰς Ἄκανθον κἀκεῖ διέθετο ὁ προσκοινωνήσας τούτῳ ἀπὸ τῶν ὑμετέρων χρημάτων.