Ἠλέκτρα
ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν.
παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων
ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλ᾽ Ἅιδης λαβὼν
950ἀπεστέρηκε καὶ μόνα λελείμμεθον.
ἐγὼ δ᾽ ἕως μὲν τὸν κασίγνητον βίῳ
θάλλοντ᾽ ἔτ᾽ εἰσήκουον, εἶχον ἐλπίδας
φόνου ποτ᾽ αὐτὸν πράκτορ᾽ ἵξεσθαι πατρός:
νῦν δ᾽ ἡνίκ᾽ οὐκέτ᾽ ἔστιν, εἰς σὲ δὴ βλέπω,
955ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου
ξὺν τῇδ᾽ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν
Αἴγισθον: οὐδὲν γάρ σε δεῖ κρύπτειν μ᾽ ἔτι.
ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίν᾽ ἐλπίδων
βλέψασ᾽ ἔτ᾽ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
960πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
πάρεστι δ᾽ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
καὶ τῶνδε μέντοι μηκέτ᾽ ἐλπίσῃς ὅπως
τεύξει ποτ᾽: οὐ γὰρ ὧδ᾽ ἄβουλός ἐστ᾽ ἀνὴρ
965Αἴγισθος ὥστε σόν ποτ᾽ ἢ κἀμὸν γένος
βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
ἀλλ᾽ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
θανόντος οἴσει τοῦ κασιγνήτου θ᾽ ἅμα:
970ἔπειτα δ᾽, ὥσπερ ἐξέφυς, ἐλευθέρα
καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
τεύξει: φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσ᾽ ἐμοί;
975τίς γάρ ποτ᾽ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
τοιοῖσδ᾽ ἐπαίνοις οὐχὶ δεξιώσεται:
ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
980ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου:
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
τώδ᾽ ἔν θ᾽ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
τιμᾶν ἅπαντας οὕνεκ᾽ ἀνδρείας χρεών.
τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
985ζώσαιν θανούσαιν θ᾽ ὥστε μὴ 'κλιπεῖν κλέος.
ἀλλ᾽, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
σύγκαμν᾽ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσ᾽ ὅτι
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.