Ἠλέκτρα
οἴμοι τάλαινα: νῦν γὰρ οἰμῶξαι πάρα,
Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθ᾽ ὧδ᾽ ἔχων
790πρὸς τῆσδ᾽ ὑβρίζει μητρός. ἆρ᾽ ἔχει καλῶς;
Κλυταιμνήστρα
οὔτοι σύ: κεῖνος δ᾽ ὡς ἔχει καλῶς ἔχει.
Ἠλέκτρα
ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως.
Κλυταιμνήστρα
ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς.
Ἠλέκτρα
ὕβριζε: νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις.
Κλυταιμνήστρα
795οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε.
Ἠλέκτρα
πεπαύμεθ᾽ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν.
Κλυταιμνήστρα
πολλῶν ἂν ἥκοις, ὦ ξέν᾽, ἄξιος τυχεῖν,
εἰ τήνδ᾽ ἔπαυσας τῆς πολυγλώσσου βοῆς.
Παιδαγωγός
οὐκοῦν ἀποστείχοιμ᾽ ἄν, εἰ τάδ᾽ εὖ κυρεῖ.
Κλυταιμνήστρα
800ἥκιστ᾽: ἐπείπερ οὔτ᾽ ἐμοῦ κατάξι᾽ ἂν
πράξειας οὔτε τοῦ πορεύσαντος ξένου.
ἀλλ᾽ εἴσιθ᾽ εἴσω: τήνδε δ᾽ ἔκτοθεν βοᾶν
ἔα τά θ᾽ αὑτῆς καὶ τὰ τῶν φίλων κακά.