γνοὺς δ᾽ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος
ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς
κλύδων᾽ ἔφιππον ἐν μέσῳ κυκώμενον.
ἤλαυνε δ᾽ ἔσχατος μέν, ὑστέρας δ᾽ ἔχων
735πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων:
ὅπως δ᾽ ὁρᾷ μόνον νιν ἐλλελειμμένον,
ὀξὺν δι᾽ ὤτων κέλαδον ἐνσείσας θοαῖς
πώλοις διώκει, κἀξισώσαντε ζυγὰ
ἠλαυνέτην, τότ᾽ ἄλλος, ἄλλοθ᾽ ἅτερος
740κάρα προβάλλων ἱππικῶν ὀχημάτων.
καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους
ὡρμᾶθ᾽ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων:
ἔπειτα λύων ἡνίαν ἀριστερὰν
κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν
745παίσας: ἔθραυσε δ᾽ ἄξονος μέσας χνόας
κἀξ ἀντύγων ὤλισθεν: ἐν δ᾽ ἑλίσσεται
τμητοῖς ἱμᾶσι: τοῦ δὲ πίπτοντος πέδῳ
πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον.
στρατὸς δ᾽ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα
750δίφρων, ἀνωλόλυξε τὸν νεανίαν,
οἷ᾽ ἔργα δράσας οἷα λαγχάνει κακά,
φορούμενος πρὸς οὖδας, ἄλλοτ᾽ οὐρανῷ
σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται,
μόλις κατασχεθόντες ἱππικὸν δρόμον,
755ἔλυσαν αἱματηρόν, ὥστε μηδένα
γνῶναι φίλων ἰδόντ᾽ ἂν ἄθλιον δέμας.
καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ
χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ
φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι,
760ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός.
τοιαῦτά σοι ταῦτ᾽ ἐστίν, ὡς μὲν ἐν λόγῳ
ἀλγεινά, τοῖς δ᾽ ἰδοῦσιν, οἵπερ εἴδομεν,
μέγιστα πάντων ὧν ὄπωπ᾽ ἐγὼ κακῶν.