previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἠλέκτρα

καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν
τούτου λόγος γένοιτ᾽ ἂν αἰσχίων ἔτι,
560εἴτ᾽ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι
ὡς οὐ δίκῃ γ᾽ ἔκτεινας, ἀλλά σ᾽ ἔσπασεν
πειθὼ κακοῦ πρὸς ἀνδρός, τανῦν ξύνει.
ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος
ποινὰς τὰ πολλὰ πνεύματ᾽ ἔσχ᾽ ἐν Αὐλίδι:
565 'γὼ φράσω: κείνης γὰρ οὐ θέμις μαθεῖν.
πατήρ ποθ᾽ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς
παίζων κατ᾽ ἄλσος ἐξεκίνησεν ποδοῖν
στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
570κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη
κατεῖχ᾽ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον
τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
ὧδ᾽ ἦν τὰ κείνης θύματ᾽: οὐ γὰρ ἦν λύσις
ἄλλη στρατῷ πρὸς οἶκον οὐδ᾽ εἰς Ἴλιον.
575ἀνθ᾽ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις
ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.
εἰ δ᾽ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
ἐπωφελῆσαι ταῦτ᾽ ἔδρα, τούτου θανεῖν
χρῆν αὐτὸν οὕνεκ᾽ ἐκ σέθεν; ποίῳ νόμῳ;
580ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς.
εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ᾽ ἄλλου, σύ τοι
πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
ἀλλ᾽ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
585εἰ γὰρ θέλεις, δίδαξον ἀνθ᾽ ὅτου τανῦν
αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ᾽ οὗ
πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
590κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ᾽ ἔχεις.
πῶς ταῦτ᾽ ἐπαινέσαιμ᾽ ἄν; καὶ ταῦτ᾽ ἐρεῖς
ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις;
αἰσχρῶς δ᾽, ἐάν περ καὶ λέγῃς: οὐ γὰρ καλὸν
ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα.
595ἀλλ᾽ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
κακοστομοῦμεν. καί σ᾽ ἔγωγε δεσπότιν
μητέρ᾽ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
600πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου:
δ᾽ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον:
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
ἐπῃτιάσω: καὶ τόδ᾽, εἴπερ ἔσθενον,
605ἔδρων ἄν, εὖ τοῦτ᾽ ἴσθι: τοῦδέ γ᾽ οὕνεκα
κήρυσσέ μ᾽ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
εἴτε στόμαργον εἴτ᾽ ἀναιδείας πλέαν.
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: