previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

ἐγὼ μέν, παῖ, καὶ τὸ σὸν σπεύδουσ᾽ ἅμα
καὶ τοὐμὸν αὐτῆς ἦλθον: εἰ δὲ μὴ καλῶς
λέγω, σὺ νίκα: σοὶ γὰρ ἑψόμεσθ᾽ ἅμα.

Ἠλέκτρα

Ἠλέκτρα

αἰσχύνομαι μέν, γυναῖκες, εἰ δοκῶ
255πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
ἀλλ᾽ βία γὰρ ταῦτ᾽ ἀναγκάζει με δρᾶν,
σύγγνωτε: πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
πατρῷ᾽ ὁρῶσα πήματ᾽, οὐ δρῴη τάδ᾽ ἄν;
ἁγὼ κατ᾽ ἦμαρ καὶ κατ᾽ εὐφρόνην ἀεὶ
260θάλλοντα μᾶλλον καταφθίνονθ᾽ ὁρῶ:
πρῶτα μὲν τὰ μητρός, μ᾽ ἐγείνατο,
ἔχθιστα συμβέβηκεν: εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδ᾽ ἄρχομαι κἀκ τῶνδέ μοι
265λαβεῖν θ᾽ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
ἔπειτα ποίας ἡμέρας δοκεῖς μ᾽ ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντ᾽ ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δ᾽ ἐσθήματα
φοροῦντ᾽ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
270σπένδοντα λοιβὰς ἔνθ᾽ ἐκεῖνον ὤλεσεν,
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρ᾽ εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην:
275 δ᾽ ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστ᾽, ἐρινὺν οὔτιν᾽ ἐκφοβουμένη:
ἀλλ᾽ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσ᾽ ἐκείνην ἡμέραν, ἐν τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
280ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμην᾽ ἱερὰ τοῖς σωτηρίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: