Χορός
φράζου μὴ πόρσω φωνεῖν.
οὐ γνώμαν ἴσχεις ἐξ οἵων
215τὰ παρόντ᾽ οἰκείας εἰς ἄτας
ἐμπίπτεις οὕτως αἰκῶς;
πολὺ γάρ τι κακῶν ὑπερεκτήσω,
σᾷ δυσθύμῳ τίκτουσ᾽ ἀεὶ
ψυχᾷ πολέμους: τὰ δὲ τοῖς δυνατοῖς
220οὐκ ἐριστὰ πλάθειν.
Ἠλέκτρα
δεινοῖς ἠναγκάσθην, δεινοῖς:
ἔξοιδ᾽, οὐ λάθει μ᾽ ὀργά.
ἀλλ᾽ ἐν γὰρ δεινοῖς οὐ σχήσω
ταύτας ἄτας,
225ὄφρα με βίος ἔχῃ.
τίνι γάρ ποτ᾽ ἄν, ὦ φιλία γενέθλα,
πρόσφορον ἀκούσαιμ᾽ ἔπος, τίνι φρονοῦντι καίρια;
ἄνετέ μ᾽ ἄνετε, παράγοροι:
τάδε γὰρ ἄλυτα κεκλήσεται,
230οὐδέ ποτ᾽ ἐκ καμάτων ἀποπαύσομαι
ἀνάριθμος ὧδε θρήνων.