Χορός
καὶ μὴν πάρεισιν οἵδε: φοινία δὲ χεὶρ
στάζει θυηλῆς Ἄρεος, οὐδ᾽ ἔχω ψέγειν.
Ὀρέστης
τἀν δόμοισι μὲν
1425καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν.
Ὀρέστης
μηκέτ᾽ ἐκφοβοῦ
μητρῷον ὥς σε λῆμ᾽ ἀτιμάσει ποτέ.
Χορός
παύσασθε: λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου.
Ἠλέκτρα
ὦ παῖδες, οὐκ ἄψορρον;
Ὀρέστης
εἰσορᾶτε ποῦ
τὸν ἄνδρ᾽;
Ἠλέκτρα
ἐφ᾽ ἡμῖν οὗτος ἐκ προαστίου
χωρεῖ γεγηθὼς ...
Χορός
βᾶτε κατ᾽ ἀντιθύρων ὅσον τάχιστα,
1435νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδ᾽ ὡς πάλιν.
Ἠλέκτρα
τἀνθάδ᾽ ἂν μέλοιτ᾽ ἐμοί.
Χορός
δι᾽ ὠτὸς ἂν παῦρά γ᾽ ὡς ἠπίως ἐννέπειν
1440πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς
ὀρούσῃ πρὸς δίκας ἀγῶνα.