Χορός
θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει,
θνητὸς δ᾽ Ὀρέστης. ὥστε μὴ λίαν στένε.
πᾶσιν γὰρ ἡμῖν τοῦτ᾽ ὀφείλεται παθεῖν.
Ὀρέστης
φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν
1175ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω.
Ἠλέκτρα
τί δ᾽ ἔσχες ἄλγος; πρὸς τί τοῦτ᾽ εἰπὼν κυρεῖς;
Ὀρέστης
ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε;
Ἠλέκτρα
τόδ᾽ ἔστ᾽ ἐκεῖνο, καὶ μάλ᾽ ἀθλίως ἔχον.
Ὀρέστης
οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς.
Ἠλέκτρα
1180οὐ δή ποτ᾽, ὦ ξέν᾽, ἀμφ᾽ ἐμοὶ στένεις τάδε;
Ὀρέστης
ὦ σῶμ᾽ ἀτίμως κἀθέως ἐφθαρμένον.
Ἠλέκτρα
οὔτοι ποτ᾽ ἄλλην ἢ 'μὲ δυσφημεῖς, ξένε.
Ὀρέστης
φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς,
Ἠλέκτρα
τί δή ποτ᾽, ὦ ξέν᾽, ὧδ᾽ ἐπισκοπῶν στένεις;
Ὀρέστης
1185ὡς οὐκ ἄρ᾽ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν.
Ἠλέκτρα
ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων;
Ὀρέστης
ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν.
Ἠλέκτρα
καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν.
Ὀρέστης
καὶ πῶς γένοιτ᾽ ἂν τῶνδ᾽ ἔτ᾽ ἐχθίω βλέπειν;
Ἠλέκτρα
1190ὁθούνεκ᾽ εἰμὶ τοῖς φονεῦσι σύντροφος
Ὀρέστης
τοῖς τοῦ; πόθεν τοῦτ᾽ ἐξεσήμηνας κακόν;
Ἠλέκτρα
τοῖς πατρός: εἶτα τοῖσδε δουλεύω βίᾳ.
Ὀρέστης
τίς γάρ σ᾽ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν;
Ἠλέκτρα
μήτηρ καλεῖται, μητρὶ δ᾽ οὐδὲν ἐξισοῖ.
Ὀρέστης
1195τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου;
Ἠλέκτρα
καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς.
Ὀρέστης
οὐδ᾽ οὑπαρήξων οὐδ᾽ ὁ κωλύσων πάρα;
Ἠλέκτρα
οὐ δῆθ᾽. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν.
Ὀρέστης
ὦ δύσποτμ᾽, ὡς ὁρῶν σ᾽ ἐποικτίρω πάλαι.