Ὀρέστης
ἆρ᾽, ὦ γυναῖκες, ὀρθά τ᾽ εἰσηκούσαμεν
ὀρθῶς θ᾽ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν;
Χορός
1100τί δ᾽ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει;
Ὀρέστης
Αἴγισθον ἔνθ᾽ ᾤκηκεν ἱστορῶ πάλαι.
Χορός
ἀλλ᾽ εὖ θ᾽ ἱκάνεις χὠ φράσας ἀζήμιος.
Ὀρέστης
τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν
ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν;
Χορός
1105ἥδ᾽, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών.
Ὀρέστης
ἴθ᾽, ὦ γύναι, δήλωσον εἰσελθοῦσ᾽ ὅτι
Φωκῆς ματεύουσ᾽ ἄνδρες Αἴγισθόν τινες,
Ἠλέκτρα
οἴμοι τάλαιν᾽, οὐ δή ποθ᾽ ἧς ἠκούσαμεν
φήμης φέροντες ἐμφανῆ τεκμήρια;
Ὀρέστης
1110οὐκ οἶδα τὴν σὴν κληδόν᾽: ἀλλά μοι γέρων
ἐφεῖτ᾽ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι.
Ἠλέκτρα
τί δ᾽ ἔστιν, ὦ ξέν᾽; ὥς μ᾽ ὑπέρχεται φόβος.
Ὀρέστης
φέροντες αὐτοῦ σμικρὰ λείψαν᾽ ἐν βραχεῖ
τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν.
Ἠλέκτρα
1115οἲ 'γὼ τάλαινα, τοῦτ᾽ ἐκεῖν᾽ ἤδη σαφὲς
πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι.
Ὀρέστης
εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν,
τόδ᾽ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον.
Ἠλέκτρα
ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε
1120κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν,
ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ
ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ.
Ὀρέστης
δόθ᾽, ἥτις ἐστί, προσφέροντες: οὐ γὰρ ὡς
ἐν δυσμενείᾳ γ᾽ οὖσ᾽ ἐπαιτεῖται τάδε,
1125ἀλλ᾽ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν.