Χορός
ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
στερεόφρων ἄρ᾽ ἐξανύσσειν κακὰν
930μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι
πάννυχα καὶ φαέθοντ᾽ ἀνεστέναζες
ὠμόφρων ἐχθοδόπ᾽ Ἀτρείδαις
οὐλίῳ σὺν πάθει.
μέγας ἄρ᾽ ἦν ἐκεῖνος ἄρχων χρόνος
935πημάτων, ἦμος ἀριστόχειρ
............ὅπλων ἔκειτ᾽ ἀγὼν πέρι.
Χορός
χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη.
Χορός
940οὐδέν σ᾽ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
τοιοῦδ᾽ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Τέκμησσα
σοὶ μὲν δοκεῖν ταῦτ᾽ ἔστ᾽, ἐμοὶ δ᾽ ἄγαν φρονεῖν.
Τέκμησσα
οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
945χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί.
Χορός
ὤμοι, ἀναλγήτων
δισσῶν ἐθρόησας ἄναυδ᾽
ἔργ᾽ Ἀτρειδᾶν τῷδ᾽ ἄχει.
ἀλλ᾽ ἀπείργοι θεός.
Τέκμησσα
950οὐκ ἂν τάδ᾽ ἔστη τῇδε μὴ θεῶν μέτα.
Χορός
ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν.
Τέκμησσα
τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς
Παλλὰς φυτεύει πῆμ᾽ Ὀδυσσέως χάριν.
Χορός
955ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ,
γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν πολὺν γέλωτα, φεῦ φεῦ,
960ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι.