Χορός
τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
880ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας,
ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν
Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον
885εἴ ποθι πλαζόμενον λεύσσων
ἀπύοι; σχέτλια γὰρ
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
890ἀλλ᾽ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
Χορός
τίνος βοὴ πάραυλος ἐξέβη νάπους;
Χορός
τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ
895Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην.
Τέκμησσα
ᾤχωκ᾽, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Τέκμησσα
Αἴας ὅδ᾽ ἡμῖν ἀρτίως νεοσφαγὴς
κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
Χορός
900ὤμοι ἐμῶν νόστων:
ὤμοι, κατέπεφνες, ἄναξ,
τόνδε συνναύταν, τάλας
ὦ ταλαίφρων γύναι:
Τέκμησσα
905ὡς ὧδε τοῦδ᾽ ἔχοντος αἰάζειν πάρα.
Χορός
τίνος ποτ᾽ ἆρ᾽ ἔπραξε χειρὶ δύσμορος;
Τέκμησσα
αὐτὸς πρὸς αὑτοῦ, δῆλον: ἐν γάρ οἱ χθονὶ
910πηκτὸν τόδ᾽ ἔγχος περιπετὲς κατηγορεῖ.
Χορός
ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρ᾽ αἱμάχθης, ἄφαρκτος φίλων:
ἐγὼ δ᾽ ὁ πάντα κωφός, ὁ πάντ᾽ ἄϊδρις, κατημέλησα. πᾷ πᾷ
κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας;