Ὀδυσσεύς
τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφ᾽ ἔξω κάλει.
Ἀθήνα
75οὐ σῖγ᾽ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ;
Ὀδυσσεύς
μὴ πρὸς θεῶν, ἀλλ᾽ ἔνδον ἀρκείτω μένων.
Ἀθήνα
τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδ᾽ ἦν;
Ὀδυσσεύς
ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι.
Ἀθήνα
οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν;
Ὀδυσσεύς
80ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν.
Ἀθήνα
μεμηνότ᾽ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν;
Ὀδυσσεύς
φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ.
Ἀθήνα
ἀλλ᾽ οὐδὲ νῦν σε μὴ παρόντ᾽ ἴδῃ πέλας.
Ὀδυσσεύς
πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ;
Ἀθήνα
85ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα.
Ὀδυσσεύς
γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου.
Ἀθήνα
σίγα νυν ἑστὼς καὶ μέν᾽ ὡς κυρεῖς ἔχων.
Ὀδυσσεύς
μένοιμ᾽ ἄν: ἤθελον δ᾽ ἂν ἐκτὸς ὢν τυχεῖν.
Ἀθήνα
ὦ οὕτος, Αἴας, δεύτερόν σε προσκαλῶ.
90τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου;
Αἴας
ὦ χαῖρ᾽ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον,
ὡς εὖ παρέστης: καί σε παγχρύσοις ἐγὼ
στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν.
Ἀθήνα
καλῶς ἔλεξας: ἀλλ᾽ ἐκεῖνό μοι φράσον,
95ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ;
Αἴας
κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή.
Ἀθήνα
ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα;
Αἴας
ὥστ᾽ οὔποτ᾽ Αἴανθ᾽ οἵδ᾽ ἀτιμάσουσ᾽ ἔτι.
Ἀθήνα
τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκ᾽ ἐγώ.
Αἴας
100θανόντες ἤδη τἄμ᾽ ἀφαιρείσθων ὅπλα.