Χορός
ὦ δαΐα Τέκμησσα, δύσμορον γένος,
785ὅρα μολοῦσα τόνδ᾽ ὁποῖ᾽ ἔπη θροεῖ:
ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά.
Τέκμησσα
τί μ᾽ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην
κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε;
Χορός
τοῦδ᾽ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων
790Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησ᾽ ἐγώ.
Τέκμησσα
οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν;
Ἄγγελος
οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δ᾽ ὅτι,
θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι.
Τέκμησσα
καὶ μὴν θυραῖος, ὥστε μ᾽ ὠδίνειν τί φής.
Ἄγγελος
795ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται
σκηνῆς ὕπαυλον μηδ᾽ ἀφιέναι μόνον.
Τέκμησσα
ποῦ δ᾽ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε;
Ἄγγελος
πάρεστ᾽ ἐκεῖνος ἄρτι: τήνδε δ᾽ ἔξοδον
ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν.
Τέκμησσα
800οἴμοι τάλαινα, τοῦ ποτ᾽ ἀνθρώπων μαθών;
Ἄγγελος
τοῦ Θεστορείου μάντεως, καθ᾽ ἡμέραν
τὴν νῦν, ὅτ᾽ αὐτῷ θάνατον ἢ βίον φέρει.
Τέκμησσα
οἲ 'γώ, φίλοι, πρόστητ᾽ ἀναγκαίας τύχης,
καὶ σπεύσαθ᾽, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν,
805οἱ δ᾽ ἑσπέρους ἀγκῶνας, οἱ δ᾽ ἀντηλίους
ζητεῖτ᾽ ἰόντες τἀνδρὸς ἔξοδον κακήν.
ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη
καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη.
οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον:
810ἀλλ᾽ εἶμι κἀγὼ κεῖσ᾽ ὅποιπερ ἂν σθένω.
χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ
σῴζειν θέλοντας ἄνδρα γ᾽ ὃς σπεύδῃ θανεῖν.
Χορός
χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον:
τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμ᾽ ἕψεται,