Ἄγγελος
ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω:
720Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ
κρημνῶν: μέσον δὲ προσμολὼν στρατήγιον
κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ.
στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ
μαθόντες ἀμφέστησαν, εἶτ᾽ ὀνείδεσιν
725ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθ᾽ ὃς οὔ,
τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ
ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι
τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν:
ὥστ᾽ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν
730κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη.
λήγει δ᾽ ἔρις δραμοῦσα τοῦ προσωτάτω
ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου.
ἀλλ᾽ ἡμὶν Αἴας ποῦ 'στιν, ὡς φράσω τάδε;
τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον.
Χορός
735οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας
βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις.
Ἄγγελος
ἰοὺ ἰού:
βραδεῖαν ἡμᾶς ἆρ᾽ ὁ τήνδε τὴν ὁδὸν
πέμπων ἔπεμψεν ἢ 'φάνην ἐγὼ βραδύς.
Χορός
740τί δ᾽ ἐστὶ χρείας τῆσδ᾽ ὑπεσπανισμένον;
Ἄγγελος
τὸν ἄνδρ᾽ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης
μὴ 'ξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ.
Χορός
ἀλλ᾽ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς
γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου.
Ἄγγελος
745ταῦτ᾽ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα,
εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται.
Χορός
ποῖον; τί δ᾽ εἰδὼς τοῦδε πράγματος πάρει;