Ἀθήνα
ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην
τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ.
Ὀδυσσεύς
ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ;
Ἀθήνα
ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι.
Ὀδυσσεύς
40καὶ πρὸς τί δυσλόγιστον ὧδ᾽ ᾖξεν χέρα;
Ἀθήνα
χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων.
Ὀδυσσεύς
τί δῆτα ποίμναις τήνδ᾽ ἐπεμπίπτει βάσιν;
Ἀθήνα
δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ.
Ὀδυσσεύς
ἦ καὶ τὸ βούλευμ᾽ ὡς ἐπ᾽ Ἀργείοις τόδ᾽ ἦν;
Ἀθήνα
45κἂν ἐξεπράξατ᾽, εἰ κατημέλησ᾽ ἐγώ.
Ὀδυσσεύς
ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει;
Ἀθήνα
νύκτωρ ἐφ᾽ ὑμᾶς δόλιος ὁρμᾶται μόνος.
Ὀδυσσεύς
ἦ καὶ παρέστη κἀπὶ τέρμ᾽ ἀφίκετο;
Ἀθήνα
καὶ δὴ 'πὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις.
Ὀδυσσεύς
50καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου;
Ἀθήνα
ἐγώ σφ᾽ ἀπείργω, δυσφόρους ἐπ᾽ ὄμμασι
γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς,
καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε
λείας ἄδαστα βουκόλων φρουρήματα:
55ἔνθ᾽ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον
κύκλῳ ῥαχίζων: κἀδόκει μὲν ἔσθ᾽ ὅτε
δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων,
ὅτ᾽ ἄλλοτ᾽ ἄλλον ἐμπίτνων στρατηλατῶν.
ἐγὼ δὲ φοιτῶντ᾽ ἄνδρα μανιάσιν νόσοις
60ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά.
κἄπειτ᾽ ἐπειδὴ τοῦδ᾽ ἐλώφησεν πόνου,
τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν
ποίμνας τε πάσας εἰς δόμους κομίζεται,
ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων,
65καὶ νῦν κατ᾽ οἴκους συνδέτους αἰκίζεται.
δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον,
ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς.
θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου
τὸν ἄνδρ᾽: ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους
70αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν.
οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας
δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ:
Αἴαντα φωνῶ: στεῖχε δωμάτων πάρος.