Χορός
525Αἴας, ἔχειν σ᾽ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ
θέλοιμ᾽ ἄν: αἰνοίης γὰρ ἂν τὰ τῆσδ᾽ ἔπη.
Αἴας
καὶ κάρτ᾽ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Τέκμησσα
ἀλλ᾽ ὦ φίλ᾽ Αἴας, πάντ᾽ ἔγωγε πείσομαι.
Αἴας
530κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω.
Τέκμησσα
καὶ μὴν φόβοισί γ᾽ αὐτὸν ἐξελυσάμην.
Αἴας
ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις;
Τέκμησσα
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Αἴας
πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Τέκμησσα
535ἀλλ᾽ οὖν ἐγὼ 'φύλαξα τοῦτό γ᾽ ἀρκέσαι.
Αἴας
ἐπῄνεσ᾽ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τέκμησσα
τί δῆτ᾽ ἂν ὡς ἐκ τῶνδ᾽ ἂν ὠφελοῖμί σε;
Αἴας
δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ᾽ ἰδεῖν.
Τέκμησσα
καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται.
Αἴας
540τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
Τέκμησσα
ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων
ἄγ᾽ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς.
Αἴας
ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων;
Τέκμησσα
καὶ δὴ κομίζει προσπόλων ὅδ᾽ ἐγγύθεν.