Αἴας
ἰὼ
395σκότος, ἐμὸν φάος,
ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί,
ἕλεσθ᾽ ἕλεσθέ μ᾽ οἰκήτορα,
ἕλεσθέ μ᾽: οὔτε γὰρ θεῶν γένος οὔθ᾽ ἁμερίων
400ἔτ᾽ ἄξιος βλέπειν τιν᾽ εἰς ὄνασιν ἀνθρώπων.
ἀλλά μ᾽ ἁ Διὸς
ἀλκίμα θεὸς
ὀλέθρι᾽ αἰκίζει.
ποῖ τις οὖν φύγῃ;
ποῖ μολὼν μενῶ;
405εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδ᾽
ὁμοῦ πέλας, μώραις δ᾽ ἄγραις προσκείμεθα,
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
χειρὶ φονεύοι.