Χορός
ἀλλ᾽ εἰ πέπαυται, κάρτ᾽ ἂν εὐτυχεῖν δοκῶ:
φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος.
Τέκμησσα
265πότερα δ᾽ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις,
φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν,
ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών;
Χορός
τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν.
Τέκμησσα
ἡμεῖς ἄρ᾽ οὐ νοσοῦντες ἀτώμεσθα νῦν.
Χορός
270πῶς τοῦτ᾽ ἔλεξας; οὐ κάτοιδ᾽ ὅπως λέγεις.
Τέκμησσα
ἁνὴρ ἐκεῖνος, ἡνίκ᾽ ἦν ἐν τῇ νόσῳ,
αὐτὸς μὲν ἥδεθ᾽ οἷσιν εἴχετ᾽ ἐν κακοῖς,
ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών:
νῦν δ᾽ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου,
275κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ
ἡμεῖς θ᾽ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος.
ἆρ᾽ ἔστι ταῦτα δὶς τόσ᾽ ἐξ ἁπλῶν κακά;
Χορός
ξύμφημι δή σοι καὶ δέδοικα μὴ 'κ θεοῦ
πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος
280μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται;
Τέκμησσα
ὡς ὧδ᾽ ἐχόντων τῶνδ᾽ ἐπίστασθαί σε χρή.
Χορός
τίς γάρ ποτ᾽ ἀρχὴ τοῦ κακοῦ προσέπτατο;
δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας.