Τέκμησσα
ὤμοι: κεῖθεν κεῖθεν ἄρ᾽ ἡμῖν
δεσμῶτιν ἄγων ἤλυθε ποίμνην:
235ὧν τὴν μὲν ἔσω σφάζ᾽ ἐπὶ γαίας,
τὰ δὲ πλευροκοπῶν δίχ᾽ ἀνερρήγνυ.
δύο δ᾽ ἀργίποδας κριοὺς ἀνελὼν
τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν
ῥιπτεῖ θερίσας, τὸν δ᾽ ὀρθὸν ἄνω
240κίονι δήσας
μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν
παίει λιγυρᾷ μάστιγι διπλῇ,
κακὰ δεννάζων ῥήμαθ᾽, ἃ δαίμων
κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν.