Μενέλαος
1120ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
Τεῦκρος
οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην.
Μενέλαος
μέγ᾽ ἄν τι κομπάσειας, ἀσπίδ᾽ εἰ λάβοις.
Τεῦκρος
κἂν ψιλὸς ἀρκέσαιμι σοί γ᾽ ὡπλισμένῳ.
Μενέλαος
ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Τεῦκρος
1125ξὺν τῷ δικαίῳ γὰρ μέγ᾽ ἔξεστιν φρονεῖν.
Μενέλαος
δίκαια γὰρ τόνδ᾽ εὐτυχεῖν κτείναντά με;
Τεῦκρος
κτείναντα; δεινόν γ᾽ εἶπας, εἰ καὶ ζῇς θανών.
Μενέλαος
θεὸς γὰρ ἐκσῴζει με, τῷδε δ᾽ οἴχομαι.
Τεῦκρος
μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος.
Μενέλαος
1130ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους;
Τεῦκρος
εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών.
Μενέλαος
τούς γ᾽ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν.
Τεῦκρος
ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ;
Μενέλαος
μισοῦντ᾽ ἐμίσει: καὶ σὺ τοῦτ᾽ ἠπίστασο.
Τεῦκρος
1135κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης.
Μενέλαος
ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδ᾽ ἐσφάλη.
Τεῦκρος
πόλλ᾽ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά.
Μενέλαος
τοῦτ᾽ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι.
Τεῦκρος
οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν.
Μενέλαος
1140ἕν σοι φράσω: τόνδ᾽ ἐστὶν οὐχὶ θαπτέον.
Τεῦκρος
ἀλλ᾽ ἀντακούσει τοῦτον ὡς τεθάψεται.
Μενέλαος
ἤδη ποτ᾽ εἶδον ἄνδρ᾽ ἐγὼ γλώσσῃ θρασὺν
ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν,
ᾧ φθέγμ᾽ ἂν οὐκ ἂν ηὗρες, ἡνίκ᾽ ἐν κακῷ
1145χειμῶνος εἴχετ᾽, ἀλλ᾽ ὑφ᾽ εἵματος κρυφεὶς
πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων.
οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα
σμικροῦ νέφους τάχ᾽ ἄν τις ἐκπνεύσας μέγας
χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν.