previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τεῦκρος

τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ,
ὁδός θ᾽ ὁδῶν πασῶν ἀνιάσασα δὴ
995μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην.
φίλτατ᾽ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον διώκων κἀξιχνοσκοπούμενος.
ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος
διῆλθ᾽ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών.
1000ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν
ὑπεστέναζον, νῦν δ᾽ ὁρῶν ἀπόλλυμαι.
οἴμοι.
ἴθ᾽, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς,
1005ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς,
τοῖς σοῖς ἀρήξαντ᾽ ἐν πόνοισι μηδαμοῦ;
πού με Τελαμών, σὸς πατὴρ ἐμός θ᾽ ἅμα,
δέξαιτ᾽ ἂν εὐπρόσωπος ἵλεώς τ᾽ ἴσως
1010χωροῦντ᾽ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα
μηδ᾽ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν.
οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
1015σέ, φίλτατ᾽ Αἴας, δόλοισιν, ὡς τὰ σὰ
κράτη θανόντος καὶ δόμους νέμοιμι σούς.
τοιαῦτ᾽ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς,
ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
τέλος δ᾽ ἀπωστὸς γῆς ἀπορριφθήσομαι,
1020δοῦλος λόγοισιν ἀντ᾽ ἐλευθέρου φανείς.
τοιαῦτα μὲν κατ᾽ οἶκον: ἐν Τροίᾳ δέ μοι
πολλοὶ μὲν ἐχθροί, παῦρα δ᾽ ὠφελήσιμα.
καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην.
οἴμοι, τί δράσω; πῶς σ᾽ ἀποσπάσω πικροῦ:
1025τοῦδ᾽ αἰόλου κνώδοντος, τάλας, ὑφ᾽ οὗ
φονέως ἄρ᾽ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ
ἔμελλέ σ᾽ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν;
σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
Ἕκτωρ μέν, δὴ τοῦδ᾽ ἐδωρήθη πάρα,
1030ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
ἐκνάπτετ᾽ αἰέν, ἔστ᾽ ἀπέψυξεν βίον:
οὗτος δ᾽ ἐκείνου τήνδε δωρεὰν ἔχων
πρὸς τοῦδ᾽ ὄλωλε θανασίμῳ πεσήματι.
ἆρ᾽ οὐκ Ἐρινὺς τοῦτ᾽ ἐχάλκευσεν ξίφος
1035κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος;
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ᾽ ἀεὶ
φάσκοιμ᾽ ἂν ἀνθρώποισι μηχανᾶν θεούς:
ὅτῳ δὲ μὴ τάδ᾽ ἐστὶν ἐν γνώμῃ φίλα,
κεῖνός τ᾽ ἐκεῖνα στεργέτω κἀγὼ τάδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: