This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
καὶ Χῖοι μὲν καὶ Μυτιληναῖοι καὶ Βυζάντιοι συμπαρέμειναν, οὗτοι δὲ τηλικαύτην πόλιν οἰκοῦντες οὐδὲ κοινοὺς σφᾶς αὐτοὺς παρασχεῖν ἐτόλμησαν, ἀλλ᾽ εἰς τοῦτ᾽ ἀνανδρίας καὶ πονηρίας ἦλθον, ὥστ᾽ ὤμοσαν ἦ μὴν ἀκολουθήσειν μετ᾽ ἐκείνων ἐφ᾽ ὑμᾶς τοὺς διασώσαντας τὴν πόλιν αὐτῶν: ὑπὲρ ὧν δόντες τοῖς θεοῖς δίκην καὶ τῆς Καδμείας καταληφθείσης ἠναγκάσθησαν ἐνθάδε καταφυγεῖν. ὅθεν καὶ μάλιστ᾽ ἐπεδείξαντο τὴν αὑτῶν ἀπιστίαν: